Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.11 Dem. 5.15 (English) >>Dem. 5.18

5.13ἓν μὲν οὖν ἔγωγε πρῶτον ὑπάρχειν φημὶ δεῖν, ὅπως, εἴτε συμμάχους εἴτε σύνταξιν εἴτʼ ἄλλο τι βούλεταί τις κατασκευάζειν τῇ πόλει, τὴν ὑπάρχουσαν εἰρήνην μὴ λύων τοῦτο ποιήσει, οὐχ ὡς θαυμαστὴν οὐδʼ ὡς ἀξίαν οὖσαν ὑμῶν· ἀλλʼ ὁποία τίς ποτʼ ἐστὶν αὕτη, μὴ γενέσθαι μᾶλλον εἶχε τοῖς πράγμασι καιρὸν γεγενημένη νῦν διʼ ἡμᾶς λυθῆναι· πολλὰ γὰρ προείμεθα, ὧν ὑπαρχόντων τότʼ ἂν νῦν ἀσφαλέστερος καὶ ῥᾴων ἦν ἡμῖν πόλεμος. 5.14δεύτερον δʼ, ὁρᾶν ὅπως μὴ προαξόμεθʼ, ἄνδρες Ἀθηναῖοι, τοὺς συνεληλυθότας τούτους καὶ φάσκοντας Ἀμφικτύονας νῦν εἶναι εἰς ἀνάγκην καὶ πρόφασιν κοινοῦ πολέμου πρὸς ἡμᾶς. ἐγὼ γάρ, εἰ γένοιθʼ ἡμῖν πρὸς Φίλιππον πάλιν πόλεμος διʼ Ἀμφίπολιν τι τοιοῦτον ἔγκλημʼ ἴδιον, οὗ μὴ μετέχουσι Θετταλοὶ μηδʼ Ἀργεῖοι μηδὲ Θηβαῖοι, οὐκ ἂν ἡμῖν οἴομαι τούτων οὐδένας πολεμῆσαι, 5.15καὶ πάντων ἥκιστα (καί μοι μὴ θορυβήσῃ μηδεὶς πρὶν ἀκοῦσαι) Θηβαίους, οὐχ ὡς ἡδέως ἔχουσιν ἡμῖν, οὐδʼ ὡς οὐκ ἂν χαρίζοιντο Φιλίππῳ, ἀλλʼ ἴσασιν ἀκριβῶς, εἰ καὶ πάνυ φησί τις αὐτοὺς ἀναισθήτους εἶναι, ὅτι, εἰ γενήσεται πόλεμος πρὸς ὑμᾶς αὐτοῖς, τὰ μὲν κακὰ πάνθʼ ἕξουσιν αὐτοί, τοῖς δʼ ἀγαθοῖς ἐφεδρεύων ἕτερος καθεδεῖται. οὔκουν προοῖντʼ ἂν αὑτοὺς εἰς τοῦτο, μὴ κοινῆς τῆς ἀρχῆς καὶ τῆς αἰτίας οὔσης τοῦ πολέμου.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.11 Dem. 5.15 (English) >>Dem. 5.18

Powered by PhiloLogic